Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.95 Joseph. AJ 16.100 (English) >>Joseph. AJ 16.106

16.98τὸ δὲ μέγιστον οὐδʼ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατʼ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον πατὴρ ἀσεβούμενος βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι· 16.99δεήσει μέντοι μὴ παντάπασιν αὐτὸν ἀτιμώρητον γενέσθαι μηδʼ ἐν τοῖς μεγίστοις φόβοις καταζῆν, οὐδʼ ἐκείνοις λυσιτελοῦντος ἐφʼ οἷς ἐνεθυμήθησαν ὁρᾶν τὸν ἥλιον, εἰ νῦν διαφύγοιεν, ἔργῳ μέγιστα τῶν ἀνθρωπείων καὶ δράσαντας καὶ πεισομένους. 16.100

Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν· μᾶλλον δʼ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι, 16.101τὸ δʼ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον. 16.102ἦν οὖν ἀπορία τοῦ δύνασθαι λέγειν καὶ δάκρυα καὶ τέλος οἰμωγὴ συμπαθεστέρα, δεδοικότων μέν, εἰ δόξουσιν ἐκ τοῦ συνειδότος ἠπορῆσθαι, ῥᾳδίαν δʼ οὐχ εὑρισκομένων τὴν ἀπολογίαν ὑπό τε νεότητος καὶ ταραχῆς, ἣν ἐπεπόνθεισαν. 16.103οὐ μὴν γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλʼ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τʼ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.95 Joseph. AJ 16.100 (English) >>Joseph. AJ 16.106

Powered by PhiloLogic